Axial Commons

Platonism

Republic

tr. Benjamin Jowett (1892) · published 1892, before 1930 · source

Book X

Republic X (Jowett) ¶35 [St. 610d-611a]

Nay, he said, in that case injustice, if fatal to the unjust, will not be so very terrible to him, for he will be delivered from evil. But I rather suspect the opposite to be the truth, and that injustice which, if it have the power, will murder others, keeps the murderer alive—aye, and well awake too; so far removed is her dwelling-place from being a house of death. True, I said; if the inherent natural vice or evil of the soul is unable to kill or destroy her, hardly will that which is appointed to be the destruction of some other body, destroy a soul or anything else except that of which it was appointed to be the destruction. Yes, that can hardly be. But the soul which cannot be destroyed by an evil, whether inherent or external, must exist for ever, and if existing for ever, must be immortal? Certainly. That is the conclusion, I said; and, if a true conclusion, then the souls must always be the same, for if none be destroyed they will not diminish in number. Neither will they increase, for the increase of the immortal natures must come from something mortal, and all things would thus end in immortality. Very true.

Greek · ed. Burnetαὐτοῦ, τοῦ ἀποκτεινύντος τῇ ἑαυτοῦ φύσει, ἀποθνῄσκειν τοὺς λαμβάνοντας αὐτό, τοὺς μὲν μάλιστα θᾶττον, τοὺς δʼ ἧττον σχολαίτερον, ἀλλὰ μὴ ὥσπερ νῦν διὰ τοῦτο ὑπʼ ἄλλων δίκην ἐπιτιθέντων ἀποθνῄσκουσιν οἱ ἄδικοι. μὰ Δίʼ, ἦ δʼ ὅς, οὐκ ἄρα πάνδεινον φανεῖται ἡ ἀδικία, εἰ θανάσιμον ἔσται τῷ λαμβάνοντι—ἀπαλλαγὴ γὰρ ἂν εἴη κακῶν—ἀλλὰ μᾶλλον οἶμαι αὐτὴν φανήσεσθαι πᾶν τοὐναντίον
Greek · ed. Burnetτοὺς ἄλλους ἀποκτεινῦσαν, εἴπερ οἷόν τε, τὸν δʼ ἔχοντα καὶ μάλα ζωτικὸν παρέχουσαν, καὶ πρός γʼ ἔτι τῷ ζωτικῷ ἄγρυπνον· οὕτω πόρρω που, ὡς ἔοικεν, ἐσκήνηται τοῦ θανάσιμος εἶναι. καλῶς, ἦν δʼ ἐγώ, λέγεις. ὁπότε γὰρ δὴ μὴ ἱκανὴ ἥ γε οἰκεία πονηρία καὶ τὸ οἰκεῖον κακὸν ἀποκτεῖναι καὶ ἀπολέσαι ψυχήν, σχολῇ τό γε ἐπʼ ἄλλου ὀλέθρῳ τεταγμένον κακὸν ψυχὴν ἤ τι ἄλλο ἀπολεῖ, πλὴν ἐφʼ ᾧ τέτακται. σχολῇ γʼ, ἔφη, ὥς γε τὸ εἰκός. οὐκοῦν ὁπότε μηδʼ ὑφʼ ἑνὸς ἀπόλλυται κακοῦ, μήτε
Greek · ed. Burnetοἰκείου μήτε ἀλλοτρίου, δῆλον ὅτι ἀνάγκη αὐτὸ ἀεὶ ὂν εἶναι· εἰ δʼ ἀεὶ ὄν, ἀθάνατον. ἀνάγκη, ἔφη. τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, οὕτως ἐχέτω· εἰ δʼ ἔχει, ἐννοεῖς ὅτι ἀεὶ ἂν εἶεν αἱ αὐταί. οὔτε γὰρ ἄν που ἐλάττους γένοιντο μηδεμιᾶς ἀπολλυμένης, οὔτε αὖ πλείους· εἰ γὰρ ὁτιοῦν τῶν ἀθανάτων πλέον γίγνοιτο, οἶσθʼ ὅτι ἐκ τοῦ θνητοῦ ἂν γίγνοιτο καὶ πάντα ἂν εἴη τελευτῶντα ἀθάνατα. ἀληθῆ λέγεις. ἀλλʼ, ἦν δʼ ἐγώ, μήτε τοῦτο οἰώμεθα—ὁ γὰρ λόγος οὐκ
Republic X (Jowett) ¶36 [St. 611b]

But this we cannot believe—reason will not allow us—any more than we can believe the soul, in her truest nature, to be full of variety and difference and dissimilarity. What do you mean? he said. The soul, I said, being, as is now proven, immortal, must be the fairest of compositions and cannot be compounded of many elements? Certainly not.

Greek · ed. Burnetἐάσει—μήτε γε αὖ τῇ ἀληθεστάτῃ φύσει τοιοῦτον εἶναι ψυχήν, ὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό. πῶς λέγεις; ἔφη. οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, ἀίδιον εἶναι σύνθετόν τε ἐκ πολλῶν καὶ μὴ τῇ καλλίστῃ κεχρημένον συνθέσει, ὡς νῦν ἡμῖν ἐφάνη ἡ ψυχή. οὔκουν εἰκός γε. ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ ἄλλοι ἀναγκάσειαν ἄν· οἷον δʼ ἐστὶν τῇ ἀληθείᾳ, οὐ λελωβημένον
Republic X (Jowett) ¶37 [St. 611c-611d]

Her immortality is demonstrated by the previous argument, and there are many other proofs; but to see her as she really is, not as we now behold her, marred by communion with the body and other miseries, you must contemplate her with the eye of reason, in her original purity; and then her beauty will be revealed, and justice and injustice and all the things which we have described will be manifested more clearly. Thus far, we have spoken the truth concerning her as she appears at present, but we must remember also that we have seen her only in a condition which may be compared to that of the sea-god Glaucus, whose original image can hardly be discerned because his natural members are broken off and crushed and damaged by the waves in all sorts of ways, and incrustations have grown over them of seaweed and shells and stones, so that he is more like some monster than he is to his own natural form. And the soul which we behold is in a similar condition, disfigured by ten thousand ills. But not there, Glaucon, not there must we look. Where then?

Greek · ed. Burnetδεῖ αὐτὸ θεάσασθαι ὑπό τε τῆς τοῦ σώματος κοινωνίας καὶ ἄλλων κακῶν, ὥσπερ νῦν ἡμεῖς θεώμεθα, ἀλλʼ οἷόν ἐστιν καθαρὸν γιγνόμενον, τοιοῦτον ἱκανῶς λογισμῷ διαθεατέον, καὶ πολύ γε κάλλιον αὐτὸ εὑρήσει καὶ ἐναργέστερον δικαιοσύνας τε καὶ ἀδικίας διόψεται καὶ πάντα ἃ νῦν διήλθομεν. νῦν δὲ εἴπομεν μὲν ἀληθῆ περὶ αὐτοῦ, οἷον ἐν τῷ παρόντι φαίνεται· τεθεάμεθα μέντοι διακείμενον αὐτό, ὥσπερ οἱ τὸν
Greek · ed. Burnetθαλάττιον Γλαῦκον ὁρῶντες οὐκ ἂν ἔτι ῥᾳδίως αὐτοῦ ἴδοιεν τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων, ἄλλα δὲ προσπεφυκέναι, ὄστρεά τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίῳ ἐοικέναι ἢ οἷος ἦν φύσει, οὕτω καὶ τὴν ψυχὴν ἡμεῖς θεώμεθα διακειμένην ὑπὸ μυρίων κακῶν. ἀλλὰ δεῖ, ὦ Γλαύκων, ἐκεῖσε βλέπειν. ποῖ; ἦ δʼ ὅς.
Republic X (Jowett) ¶38 [St. 611e-612a]

At her love of wisdom. Let us see whom she affects, and what society and converse she seeks in virtue of her near kindred with the immortal and eternal and divine; also how different she would become if wholly following this superior principle, and borne by a divine impulse out of the ocean in which she now is, and disengaged from the stones and shells and things of earth and rock which in wild variety spring up around her because she feeds upon earth, and is overgrown by the good things of this life as they are termed: then you would see her as she is, and know whether she have one shape only or many, or what her nature is. Of her affections and of the forms which she takes in this present life I think that we have now said enough. True, he replied.

Greek · ed. Burnetεἰς τὴν φιλοσοφίαν αὐτῆς, καὶ ἐννοεῖν ὧν ἅπτεται καὶ οἵων ἐφίεται ὁμιλιῶν, ὡς συγγενὴς οὖσα τῷ τε θείῳ καὶ ἀθανάτῳ καὶ τῷ ἀεὶ ὄντι, καὶ οἵα ἂν γένοιτο τῷ τοιούτῳ πᾶσα ἐπισπομένη καὶ ὑπὸ ταύτης τῆς ὁρμῆς ἐκκομισθεῖσα ἐκ τοῦ πόντου ἐν ᾧ νῦν ἐστίν, καὶ περικρουσθεῖσα πέτρας
Greek · ed. Burnetτε καὶ ὄστρεα ἃ νῦν αὐτῇ, ἅτε γῆν ἑστιωμένῃ, γεηρὰ καὶ πετρώδη πολλὰ καὶ ἄγρια περιπέφυκεν ὑπὸ τῶν εὐδαιμόνων λεγομένων ἑστιάσεων. καὶ τότʼ ἄν τις ἴδοι αὐτῆς τὴν ἀληθῆ φύσιν, εἴτε πολυειδὴς εἴτε μονοειδής, εἴτε ὅπῃ ἔχει καὶ ὅπως· νῦν δὲ τὰ ἐν τῷ ἀνθρωπίνῳ βίῳ πάθη τε καὶ εἴδη, ὡς ἐγᾦμαι, ἐπιεικῶς αὐτῆς διεληλύθαμεν. παντάπασι μὲν οὖν, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, τά τε ἄλλα ἀπελυσάμεθα ἐν τῷ λόγῳ,
Republic X (Jowett) ¶39 [St. 612b-612c]

And thus, I said, we have fulfilled the conditions of the argument; we have not introduced the rewards and glories of justice, which, as you were saying, are to be found in Homer and Hesiod; but justice in her own nature has been shown to be best for the soul in her own nature. Let a man do what is just, whether he have the ring of Gyges or not, and even if in addition to the ring of Gyges he put on the helmet of Hades. Very true. And now, Glaucon, there will be no harm in further enumerating how many and how great are the rewards which justice and the other virtues procure to the soul from gods and men, both in life and after death. Certainly not, he said. Will you repay me, then, what you borrowed in the argument? What did I borrow? The assumption that the just man should appear unjust and the unjust just: for you were of opinion that even if the true state of the case could not possibly escape the eyes of gods and men, still this admission ought to be made for the sake of the argument, in order that pure justice might be weighed against pure injustice. Do you remember?

Greek · ed. Burnetκαὶ οὐ τοὺς μισθοὺς οὐδὲ τὰς δόξας δικαιοσύνης ἐπῃνέκαμεν, ὥσπερ Ἡσίοδόν τε καὶ Ὅμηρον ὑμεῖς ἔφατε, ἀλλʼ αὐτὸ δικαιοσύνην αὐτῇ ψυχῇ ἄριστον ηὕρομεν, καὶ ποιητέον εἶναι αὐτῇ τὰ δίκαια, ἐάντʼ ἔχῃ τὸν Γύγου δακτύλιον, ἐάντε μή, καὶ πρὸς τοιούτῳ δακτυλίῳ τὴν Ἄιδος κυνῆν; ἀληθέστατα, ἔφη, λέγεις. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, νῦν ἤδη ἀνεπίφθονόν ἐστιν πρὸς ἐκείνοις καὶ τοὺς μισθοὺς τῇ δικαιοσύνῃ καὶ τῇ
Greek · ed. Burnetἄλλῃ ἀρετῇ ἀποδοῦναι, ὅσους τε καὶ οἵους τῇ ψυχῇ παρέχει παρʼ ἀνθρώπων τε καὶ θεῶν, ζῶντός τε ἔτι τοῦ ἀνθρώπου καὶ ἐπειδὰν τελευτήσῃ; παντάπασι μὲν οὖν, ἦ δʼ ὅς. ἆρʼ οὖν ἀποδώσετέ μοι ἃ ἐδανείσασθε ἐν τῷ λόγῳ; τί μάλιστα; ἔδωκα ὑμῖν τὸν δίκαιον δοκεῖν ἄδικον εἶναι καὶ τὸν ἄδικον δίκαιον· ὑμεῖς γὰρ ᾐτεῖσθε, κἂν εἰ μὴ δυνατὸν εἴη ταῦτα λανθάνειν καὶ θεοὺς καὶ ἀνθρώπους, ὅμως δοτέον εἶναι τοῦ λόγου ἕνεκα, ἵνα αὐτὴ δικαιοσύνη πρὸς ἀδικίαν αὐτὴν
Republic X (Jowett) ¶40 [St. 612d-612e]

I should be much to blame if I had forgotten. Then, as the cause is decided, I demand on behalf of justice that the estimation in which she is held by gods and men and which we acknowledge to be her due should now be restored to her by us; since she has been shown to confer reality, and not to deceive those who truly possess her, let what has been taken from her be given back, that so she may win that palm of appearance which is hers also, and which she gives to her own. The demand, he said, is just. In the first place, I said—and this is the first thing which you will have to give back—the nature both of the just and unjust is truly known to the gods. Granted. And if they are both known to them, one must be the friend and the other the enemy of the gods, as we admitted from the beginning? True. And the friend of the gods may be supposed to receive from them all things at their best, excepting only such evil as is the necessary consequence of former sins? Certainly.

Greek · ed. Burnetκριθείη. ἢ οὐ μνημονεύεις; ἀδικοίην μεντἄν, ἔφη, εἰ μή. ἐπειδὴ τοίνυν, ἦν δʼ ἐγώ, κεκριμέναι εἰσί, πάλιν ἀπαιτῶ ὑπὲρ δικαιοσύνης, ὥσπερ ἔχει δόξης καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων, καὶ ἡμᾶς ὁμολογεῖν περὶ αὐτῆς δοκεῖσθαι οὕτω, ἵνα καὶ τὰ νικητήρια κομίσηται, ἀπὸ τοῦ δοκεῖν κτωμένη ἃ δίδωσι τοῖς ἔχουσιν αὐτήν, ἐπειδὴ καὶ τὰ ἀπὸ τοῦ εἶναι ἀγαθὰ διδοῦσα ἐφάνη καὶ οὐκ ἐξαπατῶσα τοὺς τῷ ὄντι λαμβάνοντας αὐτήν.
Greek · ed. Burnetδίκαια, ἔφη, αἰτῇ. οὐκοῦν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τοῦτο ἀποδώσετε, ὅτι θεούς γε οὐ λανθάνει ἑκάτερος αὐτῶν οἷός ἐστιν; ἀποδώσομεν, ἔφη. εἰ δὲ μὴ λανθάνετον, ὁ μὲν θεοφιλὴς ἂν εἴη, ὁ δὲ θεομισής, ὥσπερ καὶ κατʼ ἀρχὰς ὡμολογοῦμεν. ἔστι ταῦτα. τῷ δὲ θεοφιλεῖ οὐχ ὁμολογήσομεν, ὅσα γε ἀπὸ θεῶν
Republic X (Jowett) ¶41 [St. 613a-613b]

Then this must be our notion of the just man, that even when he is in poverty or sickness, or any other seeming misfortune, all things will in the end work together for good to him in life and death: for the gods have a care of any one whose desire is to become just and to be like God, as far as man can attain the divine likeness, by the pursuit of virtue? Yes, he said; if he is like God he will surely not be neglected by him. And of the unjust may not the opposite be supposed? Certainly. Such, then, are the palms of victory which the gods give the just? That is my conviction.

Greek · ed. Burnetγίγνεται, πάντα γίγνεσθαι ὡς οἷόν τε ἄριστα, εἰ μή τι ἀναγκαῖον αὐτῷ κακὸν ἐκ προτέρας ἁμαρτίας ὑπῆρχεν; πάνυ μὲν οὖν. οὕτως ἄρα ὑποληπτέον περὶ τοῦ δικαίου ἀνδρός, ἐάντʼ ἐν πενίᾳ γίγνηται ἐάντʼ ἐν νόσοις ἤ τινι ἄλλῳ τῶν δοκούντων κακῶν, ὡς τούτῳ ταῦτα εἰς ἀγαθόν τι τελευτήσει ζῶντι ἢ καὶ ἀποθανόντι. οὐ γὰρ δὴ ὑπό γε θεῶν ποτε ἀμελεῖται ὃς ἂν προθυμεῖσθαι ἐθέλῃ δίκαιος γίγνεσθαι καὶ ἐπιτηδεύων
Greek · ed. Burnetἀρετὴν εἰς ὅσον δυνατὸν ἀνθρώπῳ ὁμοιοῦσθαι θεῷ. εἰκός γʼ, ἔφη, τὸν τοιοῦτον μὴ ἀμελεῖσθαι ὑπὸ τοῦ ὁμοίου. οὐκοῦν περὶ τοῦ ἀδίκου τἀναντία τούτων δεῖ διανοεῖσθαι; σφόδρα γε. τὰ μὲν δὴ παρὰ θεῶν τοιαῦτʼ ἄττʼ ἂν εἴη νικητήρια τῷ δικαίῳ. κατὰ γοῦν ἐμὴν δόξαν, ἔφη. τί δέ, ἦν δʼ ἐγώ, παρʼ ἀνθρώπων; ἆρʼ οὐχ ὧδε ἔχει, εἰ δεῖ τὸ ὂν τιθέναι; οὐχ οἱ μὲν δεινοί τε καὶ ἄδικοι δρῶσιν ὅπερ οἱ δρομῆς ὅσοι ἂν θέωσιν εὖ ἀπὸ τῶν κάτω, ἀπὸ δὲ τῶν ἄνω μή; τὸ μὲν πρῶτον ὀξέως ἀποπηδῶσιν, τελευτῶντες
Republic X (Jowett) ¶42 [St. 613c]

And what do they receive of men? Look at things as they really are, and you will see that the clever unjust are in the case of runners, who run well from the starting-place to the goal but not back again from the goal: they go off at a great pace, but in the end only look foolish, slinking away with their ears draggling on their shoulders, and without a crown; but the true runner comes to the finish and receives the prize and is crowned. And this is the way with the just; he who endures to the end of every action and occasion of his entire life has a good report and carries off the prize which men have to bestow. True.

Greek · ed. Burnetδὲ καταγέλαστοι γίγνονται, τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες καὶ ἀστεφάνωτοι ἀποτρέχοντες· οἱ δὲ τῇ ἀληθείᾳ δρομικοὶ εἰς τέλος ἐλθόντες τά τε ἆθλα λαμβάνουσιν καὶ στεφανοῦνται. οὐχ οὕτω καὶ περὶ τῶν δικαίων τὸ πολὺ συμβαίνει; πρὸς τὸ τέλος ἑκάστης πράξεως καὶ ὁμιλίας καὶ τοῦ βίου εὐδοκιμοῦσί τε καὶ τὰ ἆθλα παρὰ τῶν ἀνθρώπων φέρονται; καὶ μάλα. ἀνέξῃ ἄρα λέγοντος ἐμοῦ περὶ τούτων ἅπερ αὐτὸς ἔλεγες
Republic X (Jowett) ¶43 [St. 613d]

And now you must allow me to repeat of the just the blessings which you were attributing to the fortunate unjust. I shall say of them, what you were saying of the others, that as they grow older, they become rulers in their own city if they care to be; they marry whom they like and give in marriage to whom they will; all that you said of the others I now say of these. And, on the other hand, of the unjust I say that the greater number, even though they escape in their youth, are found out at last and look foolish at the end of their course, and when they come to be old and miserable are flouted alike by stranger and citizen; they are beaten and then come those things unfit for ears polite, as you truly term them; they will be racked and have their eyes burned out, as you were saying. And you may suppose that I have repeated the remainder of your tale of horrors. But will you let me assume, without reciting them, that these things are true? Certainly, he said, what you say is true.

Greek · ed. Burnetπερὶ τῶν ἀδίκων; ἐρῶ γὰρ δὴ ὅτι οἱ μὲν δίκαιοι, ἐπειδὰν πρεσβύτεροι γένωνται, ἐν τῇ αὑτῶν πόλει ἄρχουσί τε ἂν βούλωνται τὰς ἀρχάς, γαμοῦσί τε ὁπόθεν ἂν βούλωνται, ἐκδιδόασί τε εἰς οὓς ἂν ἐθέλωσι· καὶ πάντα ἃ σὺ περὶ ἐκείνων, ἐγὼ νῦν λέγω περὶ τῶνδε. καὶ αὖ καὶ περὶ τῶν ἀδίκων, ὅτι οἱ πολλοὶ αὐτῶν, καὶ ἐὰν νέοι ὄντες λάθωσιν, ἐπὶ τέλους τοῦ δρόμου αἱρεθέντες καταγέλαστοί εἰσιν καὶ γέροντες γιγνόμενοι ἄθλιοι προπηλακίζονται ὑπὸ ξένων τε
Republic X (Jowett) ¶44 [St. 613e-614a]

These, then, are the prizes and rewards and gifts which are bestowed upon the just by gods and men in this present life, in addition to the other good things which justice of herself provides. Yes, he said; and they are fair and lasting. And yet, I said, all these are as nothing either in number or greatness in comparison with those other recompenses which await both just and unjust after death. And you ought to hear them, and then both just and unjust will have received from us a full payment of the debt which the argument owes to them. Speak, he said; there are few things which I would more gladly hear.

Greek · ed. Burnetκαὶ ἀστῶν, μαστιγούμενοι καὶ ἃ ἄγροικα ἔφησθα σὺ εἶναι, ἀληθῆ λέγων—εἶτα στρεβλώσονται καὶ ἐκκαυθήσονται— πάντα ἐκεῖνα οἴου καὶ ἐμοῦ ἀκηκοέναι ὡς πάσχουσιν. ἀλλʼ ὃ λέγω, ὅρα εἰ ἀνέξῃ. καὶ πάνυ, ἔφη· δίκαια γὰρ λέγεις. ἃ μὲν τοίνυν, ἦν δʼ ἐγώ, ζῶντι τῷ δικαίῳ παρὰ θεῶν τε
Greek · ed. Burnetκαὶ ἀνθρώπων ἆθλά τε καὶ μισθοὶ καὶ δῶρα γίγνεται πρὸς ἐκείνοις τοῖς ἀγαθοῖς οἷς αὐτὴ παρείχετο ἡ δικαιοσύνη, τοιαῦτʼ ἂν εἴη. καὶ μάλʼ, ἔφη, καλά τε καὶ βέβαια. ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἃ τελευτήσαντα ἑκάτερον περιμένει· χρὴ δʼ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκάτερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι.
Republic X (Jowett) ¶45 [St. 614b]

Well, I said, I will tell you a tale; not one of the tales which Odysseus tells to the hero Alcinous, yet this too is a tale of a hero, Er the son of Armenius, a Pamphylian by birth. He was slain in battle, and ten days afterwards, when the bodies of the dead were taken up already in a state of corruption, his body was found unaffected by decay, and carried away home to be buried. And on the twelfth day, as he was lying on the funeral pile, he returned to life and told them what he had seen in the other world. He said that when his soul left the body he went on a journey with a great company, and that they came to a mysterious place at which there were two openings in the earth; they were near together, and over against them were two other openings in the heaven above. In the intermediate space there were judges seated, who commanded the just, after they had given judgment on them and had bound their sentences in front of them, to ascend by the heavenly way on the right hand; and in like manner the unjust were bidden by them to descend by the lower way on the left hand; these also bore the symbols of

Greek · ed. Burnetλέγοις ἄν, ἔφη, ὡς οὐ πολλὰ ἄλλʼ ἥδιον ἀκούοντι. ἀλλʼ οὐ μέντοι σοι, ἦν δʼ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλʼ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου· ὅς ποτε ἐν πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δʼ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δʼ ἔλεγεν ἃ ἐκεῖ ἴδοι. ἔφη δέ, ἐπειδὴ οὗ ἐκβῆναι, τὴν ψυχὴν πορεύεσθαι
Republic X (Jowett) ¶46 [St. 614c-614e]

their deeds, but fastened on their backs. He drew near, and they told him that he was to be the messenger who would carry the report of the other world to men, and they bade him hear and see all that was to be heard and seen in that place. Then he beheld and saw on one side the souls departing at either opening of heaven and earth when sentence had been given on them; and at the two other openings other souls, some ascending out of the earth dusty and worn with travel, some descending out of heaven clean and bright. And arriving ever and anon they seemed to have come from a long journey, and they went forth with gladness into the meadow, where they encamped as at a festival; and those who knew one another embraced and conversed, the souls which came from earth curiously enquiring about the things above, and the souls which came from heaven about the things beneath. And they told one another of what had happened by the way, those from below weeping and sorrowing at the remembrance of the things which they had endured and seen in their journey beneath the earth (now the journey lasted a thousand years), while those from above were describing heavenly delights and visions of inconceivable beauty.

Greek · ed. Burnetμετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύʼ εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ. δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν
Greek · ed. Burnetἔπραξαν. ἑαυτοῦ δὲ προσελθόντος εἰπεῖν ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύοιντό οἱ ἀκούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ. ὁρᾶν δὴ ταύτῃ μὲν καθʼ ἑκάτερον τὸ χάσμα τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς ἀπιούσας τὰς ψυχάς, ἐπειδὴ αὐταῖς δικασθείη, κατὰ δὲ τὼ ἑτέρω ἐκ μὲν τοῦ ἀνιέναι ἐκ τῆς γῆς μεστὰς αὐχμοῦ τε καὶ κόνεως, ἐκ δὲ τοῦ ἑτέρου καταβαίνειν ἑτέρας ἐκ τοῦ
Greek · ed. Burnetοὐρανοῦ καθαράς. καὶ τὰς ἀεὶ ἀφικνουμένας ὥσπερ ἐκ πολλῆς πορείας φαίνεσθαι ἥκειν, καὶ ἁσμένας εἰς τὸν λειμῶνα ἀπιούσας οἷον ἐν πανηγύρει κατασκηνᾶσθαι, καὶ ἀσπάζεσθαί τε ἀλλήλας ὅσαι γνώριμαι, καὶ πυνθάνεσθαι τάς τε ἐκ τῆς γῆς ἡκούσας παρὰ τῶν ἑτέρων τὰ ἐκεῖ καὶ τὰς ἐκ τοῦ οὐρανοῦ τὰ παρʼ ἐκείναις. διηγεῖσθαι δὲ ἀλλήλαις τὰς
Republic X (Jowett) ¶47 [St. 615a-615c]

The story, Glaucon, would take too long to tell; but the sum was this:—He said that for every wrong which they had done to any one they suffered tenfold; or once in a hundred years—such being reckoned to be the length of man’s life, and the penalty being thus paid ten times in a thousand years. If, for example, there were any who had been the cause of many deaths, or had betrayed or enslaved cities or armies, or been guilty of any other evil behaviour, for each and all of their offences they received punishment ten times over, and the rewards of beneficence and justice and holiness were in the same proportion. I need hardly repeat what he said concerning young children dying almost as soon as they were born. Of piety and impiety to gods and parents, and of murderers, there were retributions other and greater far which he described. He mentioned that he was present when one of the spirits asked another, ‘Where is Ardiaeus the Great?’ (Now this Ardiaeus lived a thousand years before the time of Er: he had been the tyrant of some city of Pamphylia, and had murdered his aged father and his elder brother, and was said to have committed many other abominable crimes.) The answer of the other spirit was: ‘He

Greek · ed. Burnetμὲν ὀδυρομένας τε καὶ κλαούσας, ἀναμιμνῃσκομένας ὅσα τε καὶ οἷα πάθοιεν καὶ ἴδοιεν ἐν τῇ ὑπὸ γῆς πορείᾳ—εἶναι δὲ τὴν πορείαν χιλιέτη—τὰς δʼ αὖ ἐκ τοῦ οὐρανοῦ εὐπαθείας διηγεῖσθαι καὶ θέας ἀμηχάνους τὸ κάλλος. τὰ μὲν οὖν πολλά, ὦ Γλαύκων, πολλοῦ χρόνου διηγήσασθαι· τὸ δʼ οὖν κεφάλαιον ἔφη τόδε εἶναι, ὅσα πώποτέ τινα ἠδίκησαν καὶ ὅσους ἕκαστοι, ὑπὲρ ἁπάντων δίκην δεδωκέναι ἐν μέρει, ὑπὲρ ἑκάστου δεκάκις—τοῦτο δʼ εἶναι κατὰ ἑκατονταετηρίδα
Greek · ed. Burnetἑκάστην, ὡς βίου ὄντος τοσούτου τοῦ ἀνθρωπίνου—ἵνα δεκαπλάσιον τὸ ἔκτεισμα τοῦ ἀδικήματος ἐκτίνοιεν, καὶ οἷον εἴ τινες πολλοῖς θανάτων ἦσαν αἴτιοι, ἢ πόλεις προδόντες ἢ στρατόπεδα, καὶ εἰς δουλείας ἐμβεβληκότες ἤ τινος ἄλλης κακουχίας μεταίτιοι, πάντων τούτων δεκαπλασίας ἀλγηδόνας ὑπὲρ ἑκάστου κομίσαιντο, καὶ αὖ εἴ τινας εὐεργεσίας εὐεργετηκότες καὶ δίκαιοι καὶ ὅσιοι γεγονότες εἶεν, κατὰ ταὐτὰ
Greek · ed. Burnetτὴν ἀξίαν κομίζοιντο. τῶν δὲ εὐθὺς γενομένων καὶ ὀλίγον χρόνον βιούντων πέρι ἄλλα ἔλεγεν οὐκ ἄξια μνήμης. εἰς δὲ θεοὺς ἀσεβείας τε καὶ εὐσεβείας καὶ γονέας καὶ αὐτόχειρος φόνου μείζους ἔτι τοὺς μισθοὺς διηγεῖτο. ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτωμένῳ ἑτέρῳ ὑπὸ ἑτέρου ὅπου εἴη Ἀρδιαῖος ὁ μέγας. ὁ δὲ Ἀρδιαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγεγόνει, ἤδη χιλιοστὸν ἔτος εἰς ἐκεῖνον τὸν χρόνον, γέροντά τε πατέρα ἀποκτείνας
Republic X (Jowett) ¶48 [St. 615d-616a]

comes not hither and will never come. And this,’ said he, ‘was one of the dreadful sights which we ourselves witnessed. We were at the mouth of the cavern, and, having completed all our experiences, were about to reascend, when of a sudden Ardiaeus appeared and several others, most of whom were tyrants; and there were also besides the tyrants private individuals who had been great criminals: they were just, as they fancied, about to return into the upper world, but the mouth, instead of admitting them, gave a roar, whenever any of these incurable sinners or some one who had not been sufficiently punished tried to ascend; and then wild men of fiery aspect, who were standing by and heard the sound, seized and carried them off; and Ardiaeus and others they bound head and foot and hand, and threw them down and flayed them with scourges, and dragged them along the road at the side, carding them on thorns like wool, and declaring to the passers-by what were their crimes, and that they were being taken away to be cast into hell.’ And of all the many terrors which they had endured, he said that there was none like the terror which each of them felt at that moment, lest they should hear the voice; and when there

Greek · ed. Burnetκαὶ πρεσβύτερον ἀδελφόν, καὶ ἄλλα δὴ πολλά τε καὶ ἀνόσια εἰργασμένος, ὡς ἐλέγετο. ἔφη οὖν τὸν ἐρωτώμενον εἰπεῖν, οὐχ ἥκει, φάναι, οὐδʼ ἂν ἥξει δεῦρο. ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεαμάτων· ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν μέλλοντες ἀνιέναι καὶ τἆλλα πάντα πεπονθότες, ἐκεῖνόν τε κατείδομεν ἐξαίφνης καὶ ἄλλους—σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράννους· ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν
Greek · ed. Burnetμεγάλα ἡμαρτηκότων—οὓς οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλʼ ἐμυκᾶτο ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν ἢ μὴ ἱκανῶς δεδωκὼς δίκην ἐπιχειροῖ ἀνιέναι. ἐνταῦθα δὴ ἄνδρες, ἔφη, ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν διαλαβόντες ἦγον, τὸν δὲ Ἀρδιαῖον καὶ ἄλλους συμποδίσαντες
Greek · ed. Burnetχεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπʼ ἀσπαλάθων κνάμπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σημαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐμπεσούμενοι ἄγοιντο. ἔνθα δὴ φόβων, ἔφη, πολλῶν καὶ παντοδαπῶν σφίσι γεγονότων, τοῦτον ὑπερβάλλειν, μὴ γένοιτο ἑκάστῳ τὸ φθέγμα ὅτε ἀναβαίνοι, καὶ ἁσμενέστατα ἕκαστον σιγήσαντος ἀναβῆναι. καὶ τὰς μὲν δὴ δίκας τε καὶ τιμωρίας τοιαύτας τινὰς
Republic X (Jowett) ¶49

was silence, one by one they ascended with exceeding joy. These, said Er, were the penalties and retributions, and there were blessings as great.

Republic X (Jowett) ¶50 [St. 616b-616d]

Now when the spirits which were in the meadow had tarried seven days, on the eighth they were obliged to proceed on their journey, and, on the fourth day after, he said that they came to a place where they could see from above a line of light, straight as a column, extending right through the whole heaven and through the earth, in colour resembling the rainbow, only brighter and purer; another day’s journey brought them to the place, and there, in the midst of the light, they saw the ends of the chains of heaven let down from above: for this light is the belt of heaven, and holds together the circle of the universe, like the under-girders of a trireme. From these ends is extended the spindle of Necessity, on which all the revolutions turn. The shaft and hook of this spindle are made of steel, and the whorl is made partly of steel and also partly of other materials. Now the whorl is in form like the whorl used on earth; and the description of it implied that there is one large hollow whorl which is quite scooped out, and into this is fitted another lesser one, and another, and another, and four others, making eight in all, like vessels which fit into one another; the whorls

Greek · ed. Burnetεἶναι, καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρόφους. ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖν τῇ ὀγδόῃ πορεύεσθαι, καὶ ἀφικνεῖσθαι τεταρταίους ὅθεν καθορᾶν ἄνωθεν διὰ παντὸς τοῦ οὐρανοῦ καὶ γῆς τεταμένον φῶς εὐθύ, οἷον κίονα, μάλιστα τῇ ἴριδι προσφερῆ, λαμπρότερον δὲ καὶ καθαρώτερον· εἰς ὃ ἀφικέσθαι προελθόντες ἡμερησίαν ὁδόν, καὶ ἰδεῖν αὐτόθι κατὰ
Greek · ed. Burnetμέσον τὸ φῶς ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν τεταμένα—εἶναι γὰρ τοῦτο τὸ φῶς σύνδεσμον τοῦ οὐρανοῦ, οἷον τὰ ὑποζώματα τῶν τριήρων, οὕτω πᾶσαν συνέχον τὴν περιφοράν—ἐκ δὲ τῶν ἄκρων τεταμένον ἀνάγκης ἄτρακτον, διʼ οὗ πάσας ἐπιστρέφεσθαι τὰς περιφοράς· οὗ τὴν μὲν ἠλακάτην τε καὶ τὸ ἄγκιστρον εἶναι ἐξ ἀδάμαντος, τὸν δὲ σφόνδυλον μεικτὸν ἔκ τε τούτου καὶ ἄλλων γενῶν. τὴν δὲ
Greek · ed. Burnetτοῦ σφονδύλου φύσιν εἶναι τοιάνδε· τὸ μὲν σχῆμα οἵαπερ ἡ τοῦ ἐνθάδε, νοῆσαι δὲ δεῖ ἐξ ὧν ἔλεγεν τοιόνδε αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἐν ἑνὶ μεγάλῳ σφονδύλῳ κοίλῳ καὶ ἐξεγλυμμένῳ διαμπερὲς ἄλλος τοιοῦτος ἐλάττων ἐγκέοιτο ἁρμόττων, καθάπερ οἱ κάδοι οἱ εἰς ἀλλήλους ἁρμόττοντες, καὶ οὕτω δὴ τρίτον ἄλλον καὶ τέταρτον καὶ ἄλλους τέτταρας. ὀκτὼ γὰρ εἶναι τοὺς σύμπαντας σφονδύλους, ἐν ἀλλήλοις ἐγκειμένους,
Republic X (Jowett) ¶51 [St. 616e-617a]

show their edges on the upper side, and on their lower side all together form one continuous whorl. This is pierced by the spindle, which is driven home through the centre of the eighth. The first and outermost whorl has the rim broadest, and the seven inner whorls are narrower, in the following proportions—the sixth is next to the first in size, the fourth next to the sixth; then comes the eighth; the seventh is fifth, the fifth is sixth, the third is seventh, last and eighth comes the second. The largest (or fixed stars) is spangled, and the seventh (or sun) is brightest; the eighth (or moon) coloured by the reflected light of the seventh; the second and fifth (Saturn and Mercury) are in colour like one another, and yellower than the preceding; the third (Venus) has the whitest light; the fourth (Mars) is reddish; the sixth (Jupiter) is in whiteness second. Now the whole spindle has the same motion; but, as the whole revolves in one direction, the seven inner circles move slowly in the other, and of these the swiftest is the eighth; next in swiftness are the seventh, sixth, and fifth, which move together; third in swiftness appeared to move according to the law of this reversed motion the fourth; the third appeared fourth and the

Greek · ed. Burnetκύκλους ἄνωθεν τὰ χείλη φαίνοντας, νῶτον συνεχὲς ἑνὸς σφονδύλου ἀπεργαζομένους περὶ τὴν ἠλακάτην· ἐκείνην δὲ διὰ μέσου τοῦ ὀγδόου διαμπερὲς ἐληλάσθαι. τὸν μὲν οὖν πρῶτόν τε καὶ ἐξωτάτω σφόνδυλον πλατύτατον τὸν τοῦ χείλους κύκλον ἔχειν, τὸν δὲ τοῦ ἕκτου δεύτερον, τρίτον δὲ τὸν τοῦ τετάρτου, τέταρτον δὲ τὸν τοῦ ὀγδόου, πέμπτον δὲ τὸν τοῦ ἑβδόμου, ἕκτον δὲ τὸν τοῦ πέμπτου, ἕβδομον δὲ τὸν τοῦ τρίτου, ὄγδοον δὲ τὸν τοῦ δευτέρου. καὶ τὸν μὲν τοῦ μεγίστου ποικίλον, τὸν δὲ τοῦ ἑβδόμου λαμπρότατον, τὸν δὲ
Greek · ed. Burnetτοῦ ὀγδόου τὸ χρῶμα ἀπὸ τοῦ ἑβδόμου ἔχειν προσλάμποντος, τὸν δὲ τοῦ δευτέρου καὶ πέμπτου παραπλήσια ἀλλήλοις, ξανθότερα ἐκείνων, τρίτον δὲ λευκότατον χρῶμα ἔχειν, τέταρτον δὲ ὑπέρυθρον, δεύτερον δὲ λευκότητι τὸν ἕκτον. κυκλεῖσθαι δὲ δὴ στρεφόμενον τὸν ἄτρακτον ὅλον μὲν τὴν αὐτὴν φοράν, ἐν δὲ τῷ ὅλῳ περιφερομένῳ τοὺς μὲν ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ ὅλῳ ἠρέμα περιφέρεσθαι, αὐτῶν δὲ τούτων τάχιστα μὲν ἰέναι τὸν ὄγδοον, δευτέρους δὲ καὶ ἅμα
Republic X (Jowett) ¶52 [St. 617b-617c]

second fifth. The spindle turns on the knees of Necessity; and on the upper surface of each circle is a siren, who goes round with them, hymning a single tone or note. The eight together form one harmony; and round about, at equal intervals, there is another band, three in number, each sitting upon her throne: these are the Fates, daughters of Necessity, who are clothed in white robes and have chaplets upon their heads, Lachesis and Clotho and Atropos, who accompany with their voices the harmony of the sirens—Lachesis singing of the past, Clotho of the present, Atropos of the future; Clotho from time to time assisting with a touch of her right hand the revolution of the outer circle of the whorl or spindle, and Atropos with her left hand touching and guiding the inner ones, and Lachesis laying hold of either in turn, first with one hand and then with the other.

Greek · ed. Burnetἀλλήλοις τόν τε ἕβδομον καὶ ἕκτον καὶ πέμπτον· τρίτον δὲ φορᾷ ἰέναι, ὡς σφίσι φαίνεσθαι, ἐπανακυκλούμενον τὸν τέταρτον, τέταρτον δὲ τὸν τρίτον καὶ πέμπτον τὸν δεύτερον. στρέφεσθαι δὲ αὐτὸν ἐν τοῖς τῆς ἀνάγκης γόνασιν. ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφʼ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν, ἕνα τόνον· ἐκ πασῶν δὲ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν συμφωνεῖν. ἄλλας δὲ καθημένας
Greek · ed. Burnetπέριξ διʼ ἴσου τρεῖς, ἐν θρόνῳ ἑκάστην, θυγατέρας τῆς ἀνάγκης, Μοίρας, λευχειμονούσας, στέμματα ἐπὶ τῶν κεφαλῶν ἐχούσας, Λάχεσίν τε καὶ Κλωθὼ καὶ Ἄτροπον, ὑμνεῖν πρὸς τὴν τῶν Σειρήνων ἁρμονίαν, Λάχεσιν μὲν τὰ γεγονότα, Κλωθὼ δὲ τὰ ὄντα, Ἄτροπον δὲ τὰ μέλλοντα. καὶ τὴν μὲν Κλωθὼ τῇ δεξιᾷ χειρὶ ἐφαπτομένην συνεπιστρέφειν τοῦ ἀτράκτου τὴν ἔξω περιφοράν, διαλείπουσαν χρόνον, τὴν δὲ Ἄτροπον τῇ ἀριστερᾷ τὰς ἐντὸς αὖ ὡσαύτως· τὴν δὲ Λάχεσιν
Republic X (Jowett) ¶53 [St. 617d-617e]

When Er and the spirits arrived, their duty was to go at once to Lachesis; but first of all there came a prophet who arranged them in order; then he took from the knees of Lachesis lots and samples of lives, and having mounted a high pulpit, spoke as follows: ‘Hear the word of Lachesis, the daughter of Necessity. Mortal souls, behold a new cycle of life and mortality. Your genius will not be allotted to you, but you will choose your genius; and let him who draws the first lot have the first choice, and the life which he chooses shall be his destiny. Virtue is free, and as a man honours or dishonours her he will have more or less of her; the responsibility is with the chooser—God is justified.’ When the Interpreter had thus spoken he scattered lots indifferently among them all, and each of them took up the lot which fell near him, all but Er himself (he was not allowed), and each as he took his lot perceived the number which he had obtained. Then the Interpreter placed on the ground before them the samples of lives; and there were many more lives than the souls present, and they were of all sorts. There were lives of every animal and of man in every condition.

Greek · ed. Burnetἐν μέρει ἑκατέρας ἑκατέρᾳ τῇ χειρὶ ἐφάπτεσθαι. σφᾶς οὖν, ἐπειδὴ ἀφικέσθαι, εὐθὺς δεῖν ἰέναι πρὸς τὴν Λάχεσιν. προφήτην οὖν τινα σφᾶς πρῶτον μὲν ἐν τάξει διαστῆσαι, ἔπειτα λαβόντα ἐκ τῶν τῆς Λαχέσεως γονάτων κλήρους τε καὶ βίων παραδείγματα, ἀναβάντα ἐπί τι βῆμα ὑψηλὸν εἰπεῖν— ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγος. Ψυχαὶ ἐφήμεροι, ἀρχὴ ἄλλης περιόδου θνητοῦ γένους θανατηφόρου.
Greek · ed. Burnetοὐχ ὑμᾶς δαίμων λήξεται, ἀλλʼ ὑμεῖς δαίμονα αἱρήσεσθε. πρῶτος δʼ ὁ λαχὼν πρῶτος αἱρείσθω βίον ᾧ συνέσται ἐξ ἀνάγκης. ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον αὐτῆς ἕκαστος ἕξει. αἰτία ἑλομένου· θεὸς ἀναίτιος. ταῦτα εἰπόντα ῥῖψαι ἐπὶ πάντας τοὺς κλήρους, τὸν δὲ παρʼ αὑτὸν πεσόντα ἕκαστον ἀναιρεῖσθαι πλὴν οὗ, ἓ δὲ οὐκ ἐᾶν· τῷ δὲ ἀνελομένῳ δῆλον εἶναι ὁπόστος εἰλήχει.
Republic X (Jowett) ¶54 [St. 618a-618b]

And there were tyrannies among them, some lasting out the tyrant’s life, others which broke off in the middle and came to an end in poverty and exile and beggary; and there were lives of famous men, some who were famous for their form and beauty as well as for their strength and success in games, or, again, for their birth and the qualities of their ancestors; and some who were the reverse of famous for the opposite qualities. And of women likewise; there was not, however, any definite character in them, because the soul, when choosing a new life, must of necessity become different. But there was every other quality, and the all mingled with one another, and also with elements of wealth and poverty, and disease and health; and there were mean states also. And here, my dear Glaucon, is the supreme peril of our human state; and therefore the utmost care should be taken. Let each one of us leave every other kind of knowledge and seek and follow one thing only, if peradventure he may be able to learn and may find some one who will make him able to learn and discern between good and evil, and so to choose always and everywhere the better life as he has opportunity. He should consider the bearing

Greek · ed. Burnetμετὰ δὲ τοῦτο αὖθις τὰ τῶν βίων παραδείγματα εἰς τὸ πρόσθεν σφῶν θεῖναι ἐπὶ τὴν γῆν, πολὺ πλείω τῶν παρόντων. εἶναι δὲ παντοδαπά· ζῴων τε γὰρ πάντων βίους καὶ δὴ καὶ τοὺς ἀνθρωπίνους ἅπαντας. τυραννίδας τε γὰρ ἐν αὐτοῖς εἶναι, τὰς μὲν διατελεῖς, τὰς δὲ καὶ μεταξὺ διαφθειρομένας καὶ εἰς πενίας τε καὶ φυγὰς καὶ εἰς πτωχείας τελευτώσας· εἶναι δὲ καὶ δοκίμων ἀνδρῶν βίους, τοὺς μὲν ἐπὶ εἴδεσιν καὶ κατὰ κάλλη καὶ τὴν ἄλλην ἰσχύν
Greek · ed. Burnetτε καὶ ἀγωνίαν, τοὺς δʼ ἐπὶ γένεσιν καὶ προγόνων ἀρεταῖς, καὶ ἀδοκίμων κατὰ ταῦτα, ὡσαύτως δὲ καὶ γυναικῶν. ψυχῆς δὲ τάξιν οὐκ ἐνεῖναι διὰ τὸ ἀναγκαίως ἔχειν ἄλλον ἑλομένην βίον ἀλλοίαν γίγνεσθαι· τὰ δʼ ἄλλα ἀλλήλοις τε καὶ πλούτοις καὶ πενίαις, τὰ δὲ νόσοις, τὰ δʼ ὑγιείαις μεμεῖχθαι, τὰ δὲ καὶ μεσοῦν τούτων. ἔνθα δή, ὡς ἔοικεν, ὦ φίλε Γλαύκων, ὁ πᾶς κίνδυνος ἀνθρώπῳ, καὶ διὰ ταῦτα μάλιστα
Republic X (Jowett) ¶55 [St. 618c-619a]

of all these things which have been mentioned severally and collectively upon virtue; he should know what the effect of beauty is when combined with poverty or wealth in a particular soul, and what are the good and evil consequences of noble and humble birth, of private and public station, of strength and weakness, of cleverness and dullness, and of all the natural and acquired gifts of the soul, and the operation of them when conjoined; he will then look at the nature of the soul, and from the consideration of all these qualities he will be able to determine which is the better and which is the worse; and so he will choose, giving the name of evil to the life which will make his soul more unjust, and good to the life which will make his soul more just; all else he will disregard. For we have seen and know that this is the best choice both in life and after death. A man must take with him into the world below an adamantine faith in truth and right, that there too he may be undazzled by the desire of wealth or the other allurements of evil, lest, coming upon tyrannies and similar villainies, he do irremediable wrongs to others and suffer yet worse himself; but let him

Greek · ed. Burnetἐπιμελητέον ὅπως ἕκαστος ἡμῶν τῶν ἄλλων μαθημάτων ἀμελήσας τούτου τοῦ μαθήματος καὶ ζητητὴς καὶ μαθητὴς ἔσται, ἐάν ποθεν οἷός τʼ ᾖ μαθεῖν καὶ ἐξευρεῖν τίς αὐτὸν ποιήσει δυνατὸν καὶ ἐπιστήμονα, βίον καὶ χρηστὸν καὶ πονηρὸν διαγιγνώσκοντα, τὸν βελτίω ἐκ τῶν δυνατῶν ἀεὶ πανταχοῦ αἱρεῖσθαι· ἀναλογιζόμενον πάντα τὰ νυνδὴ ῥηθέντα καὶ συντιθέμενα ἀλλήλοις καὶ διαιρούμενα πρὸς ἀρετὴν βίου πῶς ἔχει, εἰδέναι τί κάλλος πενίᾳ ἢ πλούτῳ κραθὲν καὶ
Greek · ed. Burnetμετὰ ποίας τινὸς ψυχῆς ἕξεως κακὸν ἢ ἀγαθὸν ἐργάζεται, καὶ τί εὐγένειαι καὶ δυσγένειαι καὶ ἰδιωτεῖαι καὶ ἀρχαὶ καὶ ἰσχύες καὶ ἀσθένειαι καὶ εὐμαθίαι καὶ δυσμαθίαι καὶ πάντα τὰ τοιαῦτα τῶν φύσει περὶ ψυχὴν ὄντων καὶ τῶν ἐπικτήτων τί συγκεραννύμενα πρὸς ἄλληλα ἐργάζεται, ὥστε ἐξ ἁπάντων αὐτῶν δυνατὸν εἶναι συλλογισάμενον αἱρεῖσθαι, πρὸς τὴν τῆς ψυχῆς φύσιν ἀποβλέποντα, τόν τε χείρω καὶ τὸν ἀμείνω
Greek · ed. Burnetβίον, χείρω μὲν καλοῦντα ὃς αὐτὴν ἐκεῖσε ἄξει, εἰς τὸ ἀδικωτέραν γίγνεσθαι, ἀμείνω δὲ ὅστις εἰς τὸ δικαιοτέραν. τὰ δὲ ἄλλα πάντα χαίρειν ἐάσει· ἑωράκαμεν γὰρ ὅτι ζῶντί τε καὶ τελευτήσαντι αὕτη κρατίστη αἵρεσις. ἀδαμαντίνως δὴ
Republic X (Jowett) ¶56

know how to choose the mean and avoid the extremes on either side, as far as possible, not only in this life but in all that which is to come. For this is the way of happiness.

Republic X (Jowett) ¶57 [St. 619b-619c]

And according to the report of the messenger from the other world this was what the prophet said at the time: ‘Even for the last comer, if he chooses wisely and will live diligently, there is appointed a happy and not undesirable existence. Let not him who chooses first be careless, and let not the last despair.’ And when he had spoken, he who had the first choice came forward and in a moment chose the greatest tyranny; his mind having been darkened by folly and sensuality, he had not thought out the whole matter before he chose, and did not at first sight perceive that he was fated, among other evils, to devour his own children. But when he had time to reflect, and saw what was in the lot, he began to beat his breast and lament over his choice, forgetting the proclamation of the prophet; for, instead of throwing the blame of his misfortune on himself, he accused chance and the gods, and everything rather than himself. Now he was one of those who came from heaven, and in a former life had dwelt in a well-ordered State, but his virtue was a matter of habit only, and he had no philosophy. And it was true of others who were similarly overtaken, that the greater number of

Greek · ed. Burnetεὐδαιμονέστατος γίγνεται ἄνθρωπος. καὶ δὴ οὖν καὶ τότε ὁ ἐκεῖθεν ἄγγελος ἤγγελλε τὸν μὲν προφήτην οὕτως εἰπεῖν· καὶ τελευταίῳ ἐπιόντι, ξὺν νῷ ἑλομένῳ, συντόνως ζῶντι κεῖται βίος ἀγαπητός, οὐ κακός. μήτε ὁ ἄρχων αἱρέσεως ἀμελείτω μήτε ὁ τελευτῶν ἀθυμείτω. εἰπόντος δὲ ταῦτα τὸν πρῶτον λαχόντα ἔφη εὐθὺς ἐπιόντα τὴν μεγίστην τυραννίδα ἑλέσθαι, καὶ ὑπὸ ἀφροσύνης τε καὶ λαιμαργίας οὐ πάντα ἱκανῶς ἀνασκεψάμενον ἑλέσθαι, ἀλλʼ
Greek · ed. Burnetαὐτὸν λαθεῖν ἐνοῦσαν εἱμαρμένην παίδων αὑτοῦ βρώσεις καὶ ἄλλα κακά· ἐπειδὴ δὲ κατὰ σχολὴν σκέψασθαι, κόπτεσθαί τε καὶ ὀδύρεσθαι τὴν αἵρεσιν, οὐκ ἐμμένοντα τοῖς προρρηθεῖσιν ὑπὸ τοῦ προφήτου· οὐ γὰρ ἑαυτὸν αἰτιᾶσθαι τῶν κακῶν, ἀλλὰ τύχην τε καὶ δαίμονας καὶ πάντα μᾶλλον ἀνθʼ ἑαυτοῦ. εἶναι δὲ αὐτὸν τῶν ἐκ τοῦ οὐρανοῦ ἡκόντων, ἐν τεταγμένῃ πολιτείᾳ ἐν τῷ προτέρῳ βίῳ βεβιωκότα, ἔθει
Republic X (Jowett) ¶58 [St. 619d-620a]

them came from heaven and therefore they had never been schooled by trial, whereas the pilgrims who came from earth having themselves suffered and seen others suffer, were not in a hurry to choose. And owing to this inexperience of theirs, and also because the lot was a chance, many of the souls exchanged a good destiny for an evil or an evil for a good. For if a man had always on his arrival in this world dedicated himself from the first to sound philosophy, and had been moderately fortunate in the number of the lot, he might, as the messenger reported, be happy here, and also his journey to another life and return to this, instead of being rough and underground, would be smooth and heavenly. Most curious, he said, was the spectacle—sad and laughable and strange; for the choice of the souls was in most cases based on their experience of a previous life. There he saw the soul which had once been Orpheus choosing the life of a swan out of enmity to the race of women, hating to be born of a woman because they had been his murderers; he beheld also the soul of Thamyras choosing the life of a nightingale; birds, on the other hand, like the swan and other musicians, wanting to

Greek · ed. Burnetἄνευ φιλοσοφίας ἀρετῆς μετειληφότα. ὡς δὲ καὶ εἰπεῖν, οὐκ ἐλάττους εἶναι ἐν τοῖς τοιούτοις ἁλισκομένους τοὺς ἐκ τοῦ οὐρανοῦ ἥκοντας, ἅτε πόνων ἀγυμνάστους· τῶν δʼ ἐκ τῆς γῆς τοὺς πολλούς, ἅτε αὐτούς τε πεπονηκότας ἄλλους τε ἑωρακότας, οὐκ ἐξ ἐπιδρομῆς τὰς αἱρέσεις ποιεῖσθαι. διὸ δὴ καὶ μεταβολὴν τῶν κακῶν καὶ τῶν ἀγαθῶν ταῖς πολλαῖς τῶν ψυχῶν γίγνεσθαι καὶ διὰ τὴν τοῦ κλήρου τύχην· ἐπεὶ εἴ τις ἀεί, ὁπότε εἰς τὸν ἐνθάδε βίον ἀφικνοῖτο, ὑγιῶς φιλοσοφοῖ
Greek · ed. Burnetκαὶ ὁ κλῆρος αὐτῷ τῆς αἱρέσεως μὴ ἐν τελευταίοις πίπτοι, κινδυνεύει ἐκ τῶν ἐκεῖθεν ἀπαγγελλομένων οὐ μόνον ἐνθάδε εὐδαιμονεῖν ἄν, ἀλλὰ καὶ τὴν ἐνθένδε ἐκεῖσε καὶ δεῦρο πάλιν πορείαν οὐκ ἂν χθονίαν καὶ τραχεῖαν πορεύεσθαι, ἀλλὰ λείαν τε καὶ οὐρανίαν. ταύτην γὰρ δὴ ἔφη τὴν θέαν ἀξίαν εἶναι ἰδεῖν, ὡς ἕκασται
Greek · ed. Burnetαἱ ψυχαὶ ᾑροῦντο τοὺς βίους· ἐλεινήν τε γὰρ ἰδεῖν εἶναι καὶ γελοίαν καὶ θαυμασίαν. κατὰ συνήθειαν γὰρ τοῦ προτέρου βίου τὰ πολλὰ αἱρεῖσθαι. ἰδεῖν μὲν γὰρ ψυχὴν ἔφη τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπʼ ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι· ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ καὶ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν, καὶ ἄλλα ζῷα μουσικὰ ὡσαύτως.
Republic X (Jowett) ¶59 [St. 620b-620c]

be men. The soul which obtained the twentieth lot chose the life of a lion, and this was the soul of Ajax the son of Telamon, who would not be a man, remembering the injustice which was done him in the judgment about the arms. The next was Agamemnon, who took the life of an eagle, because, like Ajax, he hated human nature by reason of his sufferings. About the middle came the lot of Atalanta; she, seeing the great fame of an athlete, was unable to resist the temptation: and after her there followed the soul of Epeus the son of Panopeus passing into the nature of a woman cunning in the arts; and far away among the last who chose, the soul of the jester Thersites was putting on the form of a monkey. There came also the soul of Odysseus having yet to make a choice, and his lot happened to be the last of them all. Now the recollection of former toils had disenchanted him of ambition, and he went about for a considerable time in search of the life of a private man who had no cares; he had some difficulty in finding this, which was lying about and had been neglected by everybody else; and when he saw it, he said that he would

Greek · ed. Burnetεἰκοστὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον· εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δʼ ἐπὶ τούτῳ Ἀγαμέμνονος· ἔχθρᾳ δὲ καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη ἀετοῦ διαλλάξαι βίον. ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχήν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρός, οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν. μετὰ
Greek · ed. Burnetδὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν· πόρρω δʼ ἐν ὑστάτοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην. κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην αἱρησομένην ἰέναι, μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου ἀπράγμονος, καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον
Republic X (Jowett) ¶60 [St. 620d]

have done the same had his lot been first instead of last, and that he was delighted to have it. And not only did men pass into animals, but I must also mention that there were animals tame and wild who changed into one another and into corresponding human natures—the good into the gentle and the evil into the savage, in all sorts of combinations.

Greek · ed. Burnetὑπὸ τῶν ἄλλων, καὶ εἰπεῖν ἰδοῦσαν ὅτι τὰ αὐτὰ ἂν ἔπραξεν καὶ πρώτη λαχοῦσα, καὶ ἁσμένην ἑλέσθαι. καὶ ἐκ τῶν ἄλλων δὴ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβάλλοντα, καὶ πάσας μείξεις μείγνυσθαι. ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν· ἐκείνην δʼ ἑκάστῳ ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν
Republic X (Jowett) ¶61 [St. 620e-621b]

All the souls had now chosen their lives, and they went in the order of their choice to Lachesis, who sent with them the genius whom they had severally chosen, to be the guardian of their lives and the fulfiller of the choice: this genius led the souls first to Clotho, and drew them within the revolution of the spindle impelled by her hand, thus ratifying the destiny of each; and then, when they were fastened to this, carried them to Atropos, who spun the threads and made them irreversible, whence without turning round they passed beneath the throne of Necessity; and when they had all passed, they marched on in a scorching heat to the plain of Forgetfulness, which was a barren waste destitute of trees and verdure; and then towards evening they encamped by the river of Unmindfulness, whose water no vessel can hold; of this they were all obliged to drink a certain quantity, and those who were not saved by wisdom drank more than was necessary; and each one as he drank forgot all things. Now after they had gone to rest, about the middle of the night there was a thunderstorm and earthquake, and then in an instant they were driven upwards in all manner of ways to their birth, like stars shooting. He himself was hindered from drinking the water. But in what manner or by what means he returned to the body he could not say; only, in the morning, awaking suddenly, he found himself lying on the pyre.

Greek · ed. Burnetτοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κυροῦντα ἣν λαχὼν εἵλετο μοῖραν· ταύτης δʼ ἐφαψάμενον αὖθις ἐπὶ τὴν τῆς Ἀτρόπου ἄγειν νῆσιν, ἀμετάστροφα τὰ ἐπικλωσθέντα ποιοῦντα· ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς
Greek · ed. Burnetἀνάγκης ἰέναι θρόνον, καὶ διʼ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον διὰ καύματός τε καὶ πνίγους δεινοῦ· καὶ γὰρ εἶναι αὐτὸ κενὸν δένδρων τε καὶ ὅσα γῆ φύει. σκηνᾶσθαι οὖν σφᾶς ἤδη ἑσπέρας γιγνομένης παρὰ τὸν Ἀμέλητα ποταμόν, οὗ τὸ ὕδωρ ἀγγεῖον οὐδὲν στέγειν. μέτρον μὲν οὖν τι τοῦ ὕδατος πᾶσιν ἀναγκαῖον εἶναι πιεῖν, τοὺς δὲ φρονήσει μὴ σῳζομένους πλέον πίνειν τοῦ μέτρου· τὸν δὲ ἀεὶ πιόντα
Greek · ed. Burnetπάντων ἐπιλανθάνεσθαι. ἐπειδὴ δὲ κοιμηθῆναι καὶ μέσας νύκτας γενέσθαι, βροντήν τε καὶ σεισμὸν γενέσθαι, καὶ ἐντεῦθεν ἐξαπίνης ἄλλον ἄλλῃ φέρεσθαι ἄνω εἰς τὴν γένεσιν, ᾄττοντας ὥσπερ ἀστέρας. αὐτὸς δὲ τοῦ μὲν ὕδατος κωλυθῆναι πιεῖν· ὅπῃ μέντοι καὶ ὅπως εἰς τὸ σῶμα ἀφίκοιτο, οὐκ εἰδέναι, ἀλλʼ ἐξαίφνης ἀναβλέψας ἰδεῖν ἕωθεν αὑτὸν κείμενον ἐπὶ τῇ πυρᾷ. καὶ οὕτως, ὦ Γλαύκων, μῦθος ἐσώθη καὶ οὐκ ἀπώλετο,
Republic X (Jowett) ¶62 [St. 621c-621d]

And thus, Glaucon, the tale has been saved and has not perished, and will save us if we are obedient to the word spoken; and we shall pass safely over the river of Forgetfulness and our soul will not be defiled. Wherefore my counsel is, that we hold fast ever to the heavenly way and follow after justice and virtue always, considering that the soul is immortal and able to endure every sort of good and every sort of evil. Thus shall we live dear to one another and to the gods, both while remaining here and when, like conquerors in the games who go round to gather gifts, we receive our reward. And it shall be well with us both in this life and in the pilgrimage of a thousand years which we have been describing.

Greek · ed. Burnetκαὶ ἡμᾶς ἂν σώσειεν, ἂν πειθώμεθα αὐτῷ, καὶ τὸν τῆς Λήθης ποταμὸν εὖ διαβησόμεθα καὶ τὴν ψυχὴν οὐ μιανθησόμεθα. ἀλλʼ ἂν ἐμοὶ πειθώμεθα, νομίζοντες ἀθάνατον ψυχὴν καὶ δυνατὴν πάντα μὲν κακὰ ἀνέχεσθαι, πάντα δὲ ἀγαθά, τῆς ἄνω ὁδοῦ ἀεὶ ἑξόμεθα καὶ δικαιοσύνην μετὰ φρονήσεως παντὶ τρόπῳ ἐπιτηδεύσομεν, ἵνα καὶ ἡμῖν αὐτοῖς φίλοι ὦμεν καὶ τοῖς θεοῖς, αὐτοῦ τε μένοντες ἐνθάδε, καὶ ἐπειδὰν τὰ ἆθλα
Greek · ed. Burnetαὐτῆς κομιζώμεθα, ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι, καὶ ἐνθάδε καὶ ἐν τῇ χιλιέτει πορείᾳ, ἣν διεληλύθαμεν, εὖ πράττωμεν.