Axial Commons

Hebrew / Jewish

Septuagint (Greek Old Testament)

Brenton, The Septuagint with Apocrypha in English (1851) · published 1851, before 1930 · source

Joshua

LXX Joshua 23:8

But ye shall cleave to the Lord our God, as ye have done until this day.

Greek · Septuagintἀλλὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.
LXX Joshua 23:9

And the Lord shall destroy them before you, [even] great and strong nations; and no one has stood before us until this day.

Greek · SeptuagintΚαὶ ἐξολοθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά· καὶ οὐδεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.
LXX Joshua 23:10

One of you has chased a thousand, for the Lord our God, he fought for you, as he said to you.

Greek · SeptuagintΕἷς ὑμῶν ἐδίωξε χιλίους, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν οὗτος ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ἡμῖν.
LXX Joshua 23:11

And take ye great heed to love the Lord our God.

Greek · SeptuagintΚαὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν.
LXX Joshua 23:12

For if ye shall turn aside and attach yourselves to these nations that are left with you, and make marriages with them, and become mingled with them and they with you,

Greek · SeptuagintἘὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθʼ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς, καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,
LXX Joshua 23:13

know that the Lord will no more destroy these nations from before you; and they will be to you snares and stumbling-blocks, and nails in your heels, and darts in your eyes, until ye be destroyed from off this good land, which the Lord your God has given you.

Greek · Septuagintγινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν.
LXX Joshua 23:14

But I hasten to go the way [of death], as all that are upon the earth also [do]: and know ye in your heart and in your soul, that not one word has fallen [to the ground] of all the words which the Lord our God has spoken respecting all that concerns us; there has not one of them failed.

Greek · SeptuagintἘγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν, καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν, διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.
LXX Joshua 23:15

And it shall come to pass, that as all the good things are come upon us which the Lord spoke concerning you, so the Lord God will bring upon you all the evil things, until he shall have destroyed you from off this good land, which the Lord has given you,

Greek · SeptuagintΚαὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ, ἃ ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς· οὕτως ἐπάξει Κύριος ὁ Θεὸς ἐφʼ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρὰ ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε Κύριος ὑμῖν,
LXX Joshua 23:16

when ye transgress the covenant of the Lord our God, which he has charged us, and go and serve other gods, and bow down to them.

Greek · Septuagintἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν ἐνετείλατο ἡμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.
LXX Joshua 24:1

And Joshua gathered all the tribes of Israel to Selo, and convoked their elders, and their officers, and their judges, and set them before God.

Greek · SeptuagintΚαὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσραὴλ εἰς Σηλὼ, καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ.
LXX Joshua 24:2

And Joshua said to all the people, Thus says the Lord God of Israel, Your fathers at first sojourned beyond the river, [even] Thara, the father of Abraam and the father of Nachor; and they served other gods.

Greek · SeptuagintΚαὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπαρχῆς, Θάρα ὁ πατὴρ Ἁβραὰμ, καὶ ὁ πατὴρ Ναχὼρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις.
LXX Joshua 24:3

And I took your father Abraam from the other side of the river, and I guided him through all the land, and I multiplied his seed;

Greek · SeptuagintΚαὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἁβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα, καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ,
LXX Joshua 24:4

and I gave to him Isaac, and to Isaac Jacob and Esau: and I gave to Esau mount Seir for him to inherit: and Jacob and his sons went down to Egypt, and became there a great and populous and mighty nation: and the Egyptians afflicted them.

Greek · Septuagintκαὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ· καὶ ἔδωκα τῷ Ἡσαῦ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ· καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι.
LXX Joshua 24:5

And I smote Egypt with the wonders that I wrought among them.

Greek · SeptuagintΚαὶ ἐπάταξα τὴν Αἴγυπτον ἐν σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς.
LXX Joshua 24:6

And afterwards [God] brought out our fathers from Egypt, and ye entered into the Red Sea; and the Egyptians pursued after our fathers with chariots and horses into the Red Sea.

Greek · SeptuagintΚαὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν.
LXX Joshua 24:7

And we cried aloud to the Lord; and he put a cloud and darkness between us and the Egyptians, and he brought the sea upon them, and covered them; and your eyes have seen all that the Lord did in the land of Egypt; and ye were in the wilderness many days.

Greek · SeptuagintΚαὶ ἀνεβοήσαμεν πρὸς Κύριον· καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς· καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ· Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.
LXX Joshua 24:8

And he brought us into the land of the Amorites that dwelt beyond Jordan, and the Lord delivered them into our hands; and ye inherited their land, and utterly destroyed them from before you.

Greek · SeptuagintΚαὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμοῤῥαίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν.
LXX Joshua 24:9

And Balac, king of Moab, son of Sepphor, rose up, and made war against Israel, and sent and called Balaam to curse us.

Greek · SeptuagintΚαὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ, καὶ παρετάξατο τῷ Ἰσραὴλ, καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν.
LXX Joshua 24:10

But the Lord thy God would not destroy thee; and he greatly blessed us, and rescued us out of their hands, and delivered them [to us].

Greek · SeptuagintΚαὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε· καὶ εὐλογίαις εὐλόγησεν ἡμᾶς, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς.
LXX Joshua 24:11

And ye crossed over Jordan, and came to Jericho; and the inhabitants of Jericho fought against us, the Amorite, and the Chananite, and the Pherezite, and the Evite, and the Jebusite, and the Chettite, and the Gergesite, and the Lord delivered them into our hands.

Greek · SeptuagintΚαὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε εἰς Ἱεριχώ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἱεριχὼ ὁ Ἀμοῤῥαῖος, καὶ ὁ Χαναναῖος, καὶ ὁ Φερεζαῖος, καὶ ὁ Εὑαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Χετταῖος, καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν.
LXX Joshua 24:12

And he sent forth the hornet before you; and he drove them out from before you, [even] twelve kings of the Amorites, not with thy sword, nor with thy bow.

Greek · SeptuagintΚαὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκίαν· καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ἡμῶν δώδεκα βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.
LXX Joshua 24:13

And he gave you a land on which ye did not labour, and cities which ye did not build, and ye were settled in them; and ye eat [of] vineyards and oliveyards which ye did not plant.

Greek · SeptuagintΚαὶ ἔδωκεν ὑμῖν γῆν ἐφʼ ἣν οὐκ ἐκοπιάσατε ἐπʼ αὐτῆς, καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε.
LXX Joshua 24:14

And now fear the Lord, and serve him in righteousness and justice; and remove the strange gods, which our fathers served beyond the river, and in Egypt; and serve the Lord.

Greek · SeptuagintΚαὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ.
LXX Joshua 24:15

But if it seem not good to you to serve the Lord, choose to yourselves this day whom ye will serve, whether the gods of your fathers that were on the other side of the river, or the gods of the Amorites, among whom ye dwell upon their land: but I and my house will serve the Lord, for he is holy.

Greek · SeptuagintΕἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.
LXX Joshua 24:16

And the people answered and said, Far be it from us to forsake the Lord, so as to serve other gods.

Greek · SeptuagintΚαὶ ἀποκριθεὶς ὁ λαὸς εἶπε, μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις.
LXX Joshua 24:17

The Lord our God, he is God; he brought up us and our fathers from Egypt, and kept us in all the way wherein we walked, and among all the nations through whom we passed.

Greek · SeptuagintΚύριος ὁ Θεὸς ἡμῶν, αὐτὸς Θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καἰ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν οὓς παρήλθομεν διʼ αὐτῶν.
LXX Joshua 24:18

And the Lord cast out the Amorite, and all the nations that inhabited the land from before us: yea, we will serve the Lord, for he is our God.

Greek · SeptuagintΚαὶ ἐξέβαλε Κύριος τὸν Ἀμοῤῥαῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν· ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν Κυρίῳ, οὗτος γὰρ Θεὸς ἡμῶν ἐστι.
LXX Joshua 24:19

And Joshua said to the people, Indeed ye will not be able to serve the Lord, for God is holy; and he being jealous will not forgive your sins and your transgressions.

Greek · SeptuagintΚαὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν,
LXX Joshua 24:20

Whensoever ye shall forsake the Lord and serve other gods, then he shall come upon you and afflict you, and consume you, because he has done you good.

Greek · Septuagintἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθʼ ὧν εὖ ἐποίησεν ὑμᾶς.
LXX Joshua 24:21

And the people said to Joshua, Nay, but we will serve the Lord.

Greek · SeptuagintΚαὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, οὐχὶ, ἀλλὰ Κυρίῳ λατρεύσομεν.
LXX Joshua 24:22

And Joshua said to the people, Ye [are] witnesses against yourselves, that ye have chosen the Lord to serve him.

Greek · SeptuagintΚαὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, μάρτυρες ὑμεῖς καθʼ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ.
LXX Joshua 24:23

And now take away the strange gods that are among you, and set your heart right toward the Lord God of Israel.

Greek · SeptuagintΚαὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν, καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον Θεὸν Ἰσραήλ.
LXX Joshua 24:24

And the people said to Joshua, We will serve the Lord, and we will hearken to his voice.

Greek · SeptuagintΚαὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα.
LXX Joshua 24:25

So Joshua made a covenant with the people on that day, and gave them a law and an ordinance in Selo before the tabernacle of the God of Israel.

Greek · SeptuagintΚαὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλὼ ἐνώπιον τῆς σκηνῆς τοῦ Θεοῦ Ἰσραήλ.
LXX Joshua 24:26

And he wrote these words in the book of the laws of God: and Joshua took a great stone, and set it up under the oak before the Lord.

Greek · SeptuagintΚαὶ ἔγραψε τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν, καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τέρμινθον ἀπέναντι Κυρίου.
LXX Joshua 24:27

And Joshua said to the people, Behold, this stone shall be among you for a witness, for it has heard all the words that have been spoken to it by the Lord; for he has spoken to you this day; and this [stone] shall be among you for a witness in the last days, whenever ye shall deal falsely with the Lord my God.

Greek · SeptuagintΚαὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου· ὅτι ἐλάλησε πρὸς ὑμᾶς σήμερον, καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου.
LXX Joshua 24:28

And Joshua dismissed the people, and they went every man to his place.

Greek · SeptuagintΚαὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
LXX Joshua 24:29

And Israel served the Lord all the days of Joshua, and all the days of the elders that lived as long as Joshua, and all that knew all the works of the Lord which he wrought for Israel.

Greek · SeptuagintΚαὶ ἐλάτρευσεν Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ, καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ, καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου ὅσα ἐποίησε τῷ Ἰσραήλ.
LXX Joshua 24:30

And it came to pass after these things that Joshua the son of Naue the servant of the Lord died, [at the age] of a hundred and ten years.

Greek · SeptuagintΚαὶ ἐγένετο μετʼ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου ἐκατὸν δέκα ἐτῶν.
LXX Joshua 24:31

And they buried him by the borders of his inheritance in Thamnasarach in the mount of Ephraim, northward of the mount of Galaad:

Greek · SeptuagintΚαὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασαρὰχ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ ἀπὸ βοῤῥᾶ τοῦ ὄρους τοῦ Γαλαάδ·
LXX Joshua 24:32

And the children of Israel brought up the bones of Joseph out of Egypt, and buried [them] in Sicima, in the portion of the land which Jacob bought of the Amorites who dwelt in Sicima for a hundred ewe-lambs; and he gave it to Joseph for a portion.

Greek · SeptuagintΚαὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμοῤῥαίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν, καὶ ἔδωκεν αὐτὴν Ἰωσὴφ ἐν μερίδι.
LXX Joshua 24:33

And it came to pass afterwards that Eleazar the high-priest the son of Aaron died, and was buried in Gabaar of Phinees his son, which he gave him in mount Ephraim.

Greek · SeptuagintΚαὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε, καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Ἐφραίμ.

Judges

LXX Judges 1:1

And it came to pass after the death of Joshua, that the children of Israel enquired of the Lord, saying, Who shall go up for us first against the Chananites, to fight against them?

Greek · SeptuagintΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ, καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;
LXX Judges 1:2

And the Lord said, Judas shall go up: behold, I have delivered the land into his hand.

Greek · SeptuagintΚαὶ εἶπε Κύριος, Ἰούδας ἀναβήσεται· ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
LXX Judges 1:3

And Judas said to his brother Symeon, Come up with me into my lot, and let us array ourselves against the Chananites, and I also will go with thee into thy lot: and Symeon went with him.

Greek · SeptuagintΚαὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ, ἀνάβηθι μετʼ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κᾀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου· καὶ ἐπορεύθη μετʼ αὐτοῦ Συμεών.
LXX Judges 1:4

And Judas went up; and the Lord delivered the Chananite and the Pherezite into their hands, and they smote them in Bezek to [the number of] ten thousand men.

Greek · SeptuagintΚαὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν· καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὲκ εἰς δέκα χιλιάδας ἀνδρῶν·
LXX Judges 1:5

And they overtook Adonibezek in Bezek, and fought against him; and they smote the Chananite and the Pherezite.

Greek · SeptuagintΚαὶ κατέλαβον τὸν Ἀδωνιβεζὲκ ἐν τῇ Βεζὲκ, καὶ παρετάξαντο πρὸς αὐτόν· καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον.
LXX Judges 1:6

And Adonibezek fled, and they pursued after him, and took him, and cut off his thumbs and his great toes.

Greek · SeptuagintΚαὶ ἔφυγεν Ἀδωνιβεζέκ· καὶ κατέδραμον ὀπίσω αὐτοῦ, καὶ ἐλάβοσαν αὐτὸν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ.
LXX Judges 1:7

And Adonibezek said, Seventy kings, having their thumbs and their great toes cut off, gathered [their food] under my table: as I therefore have done, so God has recompensed me: and they brought him to Jerusalem, and he died there.

Greek · SeptuagintΚαὶ εἶπεν Ἀδωνιβεζὲκ, ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.
LXX Judges 1:8

And the children of Judas fought against Jerusalem, and took it, and smote it with the edge of the sword, and they burnt the city with fire.

Greek · SeptuagintΚαὶ ἐπολέμουν υἱοὶ Ἰούδα τὴν Ἱερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
LXX Judges 1:9

And afterwards the children of Judas went down to fight with the Chananite dwelling in the hill country, and the south, and the plain country.

Greek · SeptuagintΚαὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν Νότον καὶ τὴν πεδινήν.
LXX Judges 1:10

And Judas went to the Chananite who dwelt in Chebron; and Chebron came out against him; [and the name of Chebron before was Cariatharbocsepher:] and they smote Sessi, and Achiman, and Tholmi, children of Enac.

Greek · SeptuagintΚαὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών· καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ· καὶ ἐπάτάξαν τὸν Σεσσὶ καὶ Ἀχιμὰν καὶ Θολμὶ γεννήματα τοῦ Ἐνάκ.
LXX Judges 1:11

And they went up thence to the inhabitants of Dabir; but the name of Dabir was before Cariathsepher, the city of Letters.

Greek · SeptuagintΚαὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφὲρ, πόλις Γραμμάτων.
LXX Judges 1:12

And Chaleb said, Whosoever shall smite the city of Letters, and shall first take it, I will give to him Ascha my daughter to wife.

Greek · SeptuagintΚαὶ εἶπε Χάλεβ, ὃς ἂν πατάξῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ προκαταλάβηται αὐτὴν, δώσω αὐτῷ τὴν Ἀσχὰ θυγατέρα μου εἰς γυναῖκα.
LXX Judges 1:13

And Gothoniel the younger son of Kenez the brother of Chaleb took it; and Chaleb gave him his daughter Ascha to wife.

Greek · SeptuagintΚαὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος· καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν Ἀσχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
LXX Judges 1:14

And it came to pass as she went in, that Gothoniel urged her to ask a field of her father; and she murmured and cried from off her ass, Thou hast sent me forth into a south land: and Chaleb said to her, What is thy request?

Greek · SeptuagintΚαὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς, καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν· καὶ ἐγόγγυζε καὶ ἔκραζεν ἀπὸ τοῦ ὑποζυγίου, εἰς γῆν Νότου ἐκδέδοσαί με· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;
LXX Judges 1:15

And Ascha said to him, Give me, I pray thee, a blessing, for thou hast sent me forth into a south land, and thou shalt give me the ransom of water: and Chaleb gave her according to her heart the ransom of the upper [springs] and the ransom of the low [springs].

Greek · SeptuagintΚαὶ εἶπεν αὐτῷ Ἀσχὰ, δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν Νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος· καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.
LXX Judges 1:16

And the children of Jothor the Kenite the father-in-law of Moses went up from the city of palm-trees with the children of Judas, to the wilderness that is in the south of Juda, which is at the descent of Arad, and they dwelt with the people.

Greek · SeptuagintΚαὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀρὰδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.
LXX Judges 1:17

And Judas went with Symeon his brother, and smote the Chananite that inhabited Sepheth, and they utterly destroyed them; and they called the name of the city Anathema.

Greek · SeptuagintΚαὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφὲθ, καὶ ἐξωλόθρευσαν αὐτους· καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως, Ἀνάθεμα.
LXX Judges 1:18

But Judas did not inherit Gaza nor her coasts, nor Ascalon nor her coasts, nor Accaron nor her coasts, [nor] Azotus nor the lands around it.

Greek · SeptuagintΚαὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα οὐδὲ τὰ ὅρια αὐτῆς, καὶ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς.
LXX Judges 1:19

And the Lord was with Judas, and he inherited the mountain; for they were not able to destroy the inhabitants of the valley, for Rechab prevented them.

Greek · SeptuagintΚαὶ ἦν Κύριος μετὰ Ἰούδα· καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς.
LXX Judges 1:20

And they gave Chebron to Chaleb, as Moses said; and thence he inherited the three cities of the children of Enac.

Greek · SeptuagintΚαὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρὼν, καθὼς ἐλάλησε Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ.
LXX Judges 1:21

But the children of Benjamin did not take the inheritance of the Jebusite who dwelt in Jerusalem; and the Jebusite dwelt with the children of Benjamin in Jerusalem until this day.

Greek · SeptuagintΚαὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
LXX Judges 1:22

And the sons of Joseph, they also went up to Bæthel; and the Lord was with them.

Greek · SeptuagintΚαὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ· καὶ Κύριος ἦν μετʼ αὐτῶν.
LXX Judges 1:23

And they encamped and surveyed Bæthel: and the name of the city before was Luza.

Greek · SeptuagintΚαὶ παρενέβαλον, καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά.
LXX Judges 1:24

And the spies looked, and behold, a man went out of the city, and they took him; and they said to him, Shew us the way into the city, and we will deal mercifully with thee.

Greek · SeptuagintΚαὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως, καὶ ἔλαβον αὐτόν· καὶ εἶπον αὐτῷ, δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σου ἔλεος.
LXX Judges 1:25

And he shewed them the way into the city; and they smote the city with the edge of the sword; but they let go the man and his family.

Greek · SeptuagintΚαὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως· καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας· τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
LXX Judges 1:26

And the man went into the land of Chettin, and built there a city, and called the name of it Luza; this [is] its name until this day.

Greek · SeptuagintΚαὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττίν· καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
LXX Judges 1:27

And Manasse did not drive out [the inhabitants of] Bæthsan, which is a city of Scythians, nor her towns, nor her suburbs; nor Thanac, nor her towns; nor the inhabitants of Dor, nor her towns; nor the inhabitant of Balac, nor her suburbs, nor her towns; nor the inhabitants of Magedo, nor her suburbs, nor her towns; nor the inhabitants of Jeblaam, nor her suburbs, nor her towns; and the Chananite began to dwell in this land.

Greek · SeptuagintΚαὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσὰν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς, οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς, οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
LXX Judges 1:28

And it came to pass when Israel was strong, that he made the Chananite tributary, but did not utterly drive them out.

Greek · SeptuagintΚαὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραὴλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον, καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.
LXX Judges 1:29

And Ephraim did not drive out the Chananite that dwelt in Gazer; and the Chananite dwelt in the midst of him in Gazer, and became tributary.

Greek · SeptuagintΚαὶ Ἐφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ, καὶ ἐγένετο εἰς φόρον.
LXX Judges 1:30

And Zabulon did not drive out the inhabitants of Kedron, nor the inhabitants of Domana: and the Chananite dwelt in the midst of them, and became tributary to them.

Greek · SeptuagintΚαὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον. Καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον.
LXX Judges 1:31

And Aser did not drive out the inhabitants of Accho, and [that people] became tributary to him, nor the inhabitants of Dor, nor the inhabitants of Sidon, nor the inhabitants of Dalaph, nor Aschazi, nor Chebda, nor Nai, nor Ereo.

Greek · SeptuagintΚαὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Ἀκχὼ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ, καὶ τοὺς κατοικοῦντας Σιδῶνα, καὶ τοὺς κατοικοῦντας Δαλὰφ, τὸν Ἀσχαζὶ, καὶ τὸν Χεβδὰ, καὶ τὸν Ναῒ, καὶ τὸν Ἐρεώ.
LXX Judges 1:32

And Aser dwelt in the midst of the Chananite who inhabited the land, for he could not drive him out.

Greek · SeptuagintΚαὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξάραι αὐτόν.
LXX Judges 1:33

And Nephthali did not drive out the inhabitants of Bæthsamys, nor the inhabitants of Bæthanach; and Nephthali dwelt in the midst of the Chananite who inhabited the land: but the inhabitants of Bethsamys and of Bætheneth became tributary to them.

Greek · SeptuagintΚαὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμῦς, καὶ τοὺς κατοικοῦντας Βαιθανάχ· καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ, ἐγένοντο αὐτοῖς εἰς φόρον.
LXX Judges 1:34

And the Amorite drove out the children of Dan into the mountain, for they did not suffer them to come down into the valley.

Greek · SeptuagintΚαὶ ἐξέθλιψεν ὁ Ἀμοῤῥαῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
LXX Judges 1:35

And the Amorite began to dwell in the mountain of shells, in which [are] bears, and foxes, in Myrsinon, and in Thalabin; and the hand of the house of Joseph was heavy upon the Amorite, and he became tributary to them.

Greek · SeptuagintΚαὶ ἤρξατο ὁ Ἀμοῤῥαῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἅρκτοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι, καὶ ἐν Θαλαβίν, καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμοῤῥαῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.
LXX Judges 1:36

And the border of the Amorite [was] from the going up of Acrabin, from the rock and upwards.

Greek · SeptuagintΚαὶ τὸ ὅριον τοῦ Ἀμοῤῥαίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβὶν ἀπὸ τῆς πέτρας καὶ ἐπάνω.
LXX Judges 2:1

And an angel of the Lord went up from Galgal to the [place of] weeping, and to Bæthel, and to the house of Israel, and said to them, Thus says the Lord, I brought you up out of Egypt, and I brought you into the land which I sware to your fathers; and I said, I will never break my covenant that I have made with you.

Greek · SeptuagintΚαὶ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν· καὶ εἶπα, οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα.
LXX Judges 2:2

And ye shall make no covenant with them that dwell in this land, neither shall ye worship their gods; but ye shall destroy their graven images, ye shall pull down their altars: but ye hearkened not to my voice, for ye did these things.

Greek · SeptuagintΚαὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε.
LXX Judges 2:3

And I said, I will not drive them out from before you, but they shall be for a distress to you, and their gods shall be to you for an offence.

Greek · SeptuagintΚᾀγὼ εἶπον, οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχὰς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
LXX Judges 2:4

And it came to pass when the angel of the Lord spoke these words to all the children of Israel, that the people lifted up their voice, and wept.

Greek · SeptuagintΚαὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
LXX Judges 2:5

And they named the name of that place Weepings; and they sacrificed there to the Lord.

Greek · SeptuagintΚαὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ.
LXX Judges 2:6

And Joshua dismissed the people, and they went every man to his inheritance, to inherit the land.

Greek · SeptuagintΚαὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν.
LXX Judges 2:7

And the people served the Lord all the days of Joshua, and all the days of the elders that lived many days with Joshua, as many as knew all the great work of the Lord, what things he had wrought in Israel.

Greek · SeptuagintΚαὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα ὅσα ἐποίησεν ἐν τῷ Ἰσραήλ.
LXX Judges 2:8

And Joshua the son of Naue, the servant of the Lord, died, a hundred and ten years old.

Greek · SeptuagintΚαὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν.
LXX Judges 2:9

And they buried him in the border of his inheritance, in Thamnathares, in mount Ephraim, on the north of the mountain of Gaas.

Greek · SeptuagintΚαὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρὲς, ἐν ὄρει Ἐφραὶμ ἀπὸ Βοῤῥᾶ τοῦ ὄρους Γαάς.
LXX Judges 2:10

And all that generation were laid to their fathers: and another generation rose up after them, who knew not the Lord, nor yet the work which he wrought in Israel.

Greek · SeptuagintΚαὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἑτέρα μετʼ αὐτοὺς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον, καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ.
LXX Judges 2:11

And the children of Israel wrought evil before the Lord, and served Baalim.

Greek · SeptuagintΚαὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλίμ.
LXX Judges 2:12

And they forsook the Lord God of their fathers, who brought them out of the land of Egypt, and walked after other gods, of the gods of the nations round about them; and they worshipped them.

Greek · SeptuagintΚαὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς· καὶ παρώργισαν τὸν Κύριον,
LXX Judges 2:13

And they provoked the Lord, and forsook him, and served Baal and the Astartes.

Greek · Septuagintκαὶ ἐγκατέλιπον αὐτὸν, καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς Ἀστάρταις.
LXX Judges 2:14

And the Lord was very angry with Israel; and he gave them into the hands of the spoilers, and they spoiled them; and he sold them into the hands of their enemies round about, and they could not any longer resist their enemies,

Greek · SeptuagintΚαὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν ἐν πᾶσιν οἷς ἐπορεύοντο·
LXX Judges 2:15

among whomsoever they went; and the hand of the Lord was against them for evil, as the Lord spoke, and as the Lord sware to them; and he greatly afflicted them.

Greek · Septuagintκαὶ χεὶρ Κυρίου ἦν ἐπʼ αὐτοὺς εἰς κακὰ, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
LXX Judges 2:16

And the Lord raised up judges, and the Lord saved them out of the hands of them that spoiled them: and yet they hearkened not to the judges,

Greek · SeptuagintΚαὶ ἤγειρε Κύριος κριτὰς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς· καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν,
LXX Judges 2:17

for they went a whoring after other gods, and worshipped them; and they turned quickly out of the way in which their fathers walked to hearken to the words of the Lord; they did not so.

Greek · Septuagintὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου· οὐκ ἐποίησαν οὕτω.
LXX Judges 2:18

And because the Lord raised them up judges, so the Lord was with the judge, and saved them out of the hand of their enemies all the days of the judge; for the Lord was moved at their groaning by reason of them that besieged them and afflicted them.

Greek · SeptuagintΚαὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτὰς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς.
LXX Judges 2:19

And it came to pass when the judge died, that they went back, and again corrupted [themselves] worse than their fathers to go after other gods to serve them and to worship them: they abandoned not their devices nor their stubborn ways.

Greek · SeptuagintΚαὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτὴς, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέῤῥιψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς.
LXX Judges 2:20

And the Lord was very angry with Israel, and said, Forasmuch as this nation has forsaken my covenant which I commanded their fathers, and has not hearkened to my voice,

Greek · SeptuagintΚαὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ εἶπεν, ἀνθʼ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
LXX Judges 2:21

therefore I will not any more cast out a man of the nations from before their face, which Joshua the son of Naue left in the land. And [the Lord] left [them],

Greek · Septuagintκαὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυῆ ἐν τῇ γῇ· καὶ ἀφῆκε
LXX Judges 2:22

to prove Israel with them, whether they would keep the way of the Lord, to walk in it, as their fathers kept it, or no.

Greek · Septuagintτοῦ πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ.