CHAPTER XI On family affection. To an official who asked for direction,When an official came to Epictetus and inquired for special directions he asked whether he had a wife and children; and when the man said, 'Yes', he asked again, How do you get on? 'Miserably', he said. What do you mean? said he; Men do not marry and have children to the end that they may be miserable, but rather that they may be happy. 'Ah,' said he, 'but I am so miserable about my poor children, that lately when my daughter was ill and was thought to be in danger I could not bear to be near her, but fled away from her, until some one brought me news that she was well.' Epictetus lays down that the criterion in conduct is what is 'natural'.Well, do you think you were right to do it? 'It was natural', he said. Nay, said the master, only convince me that it was natural, and I will convince you that everything that is natural is right. 'All fathers,' he said, 'or most of us, at least, feel like that.'
Greek · ed. Schenkl 1916ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρʼ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν, εἰ καὶ τέκνα εἴη αὐτῷ καὶ γυνή. τοῦ δʼ ὁμολογήσαντος προσεπύθετο· πῶς τι οὖν χρῇ τῷ πράγματι; — ἀθλίως, ἔφη. — καὶ ὅς· τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γʼ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες. — ἀλλʼ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δʼ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς. — τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; — φυσικῶς, ἔφη. — ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται. — τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν. — οὐδʼ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δʼ ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς.
Greek · ed. Schenkl 1916ἐπεὶ τούτου γʼ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπʼ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρτάνομεν. δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. — οὐ δύναμαι, ἔφη· ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐδʼ ὀρθῶς γίνεται. — καὶ ὅς· ἀλλʼ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; — τὴν ὅρασιν, ἔφη. — τί δʼ εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; — τὴν ἁφήν. — οὐκοῦν, ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς ἢ οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κριτήριον παραλάβωμεν; — οὐκ οἶδʼ, ἔφη. — καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κριτήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ ἀγνοοῦντι;
Greek · ed. Schenkl 1916— ἡ μεγίστη μὲν οὖν. — φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν; — καὶ πῶς οἷόν τε; — ἀλλʼ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων. — πῶς γὰρ οὔ; — ὅπου δʼ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία. — συνεχώρει. — σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον. ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι. τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τʼ εἶναι καὶ καλόν; — πῶς γὰρ οὔ; — τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τʼ ἐστὶ καὶ καλόν, τὸ δʼ εὐλόγιστον οὐ καλόν;